Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.16 Joseph. AJ 18.21 (English) >>Joseph. AJ 18.26

18.19εἰς δὲ τὸ ἱερὸν ἀναθήματα στέλλοντες θυσίας ἐπιτελοῦσιν διαφορότητι ἁγνειῶν, ἃς νομίζοιεν, καὶ διʼ αὐτὸ εἰργόμενοι τοῦ κοινοῦ τεμενίσματος ἐφʼ αὑτῶν τὰς θυσίας ἐπιτελοῦσιν. βέλτιστοι δὲ ἄλλως ἄνδρες τὸν τρόπον καὶ τὸ πᾶν πονεῖν ἐπὶ γεωργίᾳ τετραμμένοι. 18.20ἄξιον δʼ αὐτῶν θαυμάσαι παρὰ πάντας τοὺς ἀρετῆς μεταποιουμένους τόδε διὰ τὸ μηδαμῶς ὑπάρξαν Ἑλλήνων βαρβάρων τισίν, ἀλλὰ μηδʼ εἰς ὀλίγον, ἐκείνοις ἐκ παλαιοῦ συνελθὸν ἐν τῷ ἐπιτηδεύεσθαι μὴ κεκωλῦσθαι· τὰ χρήματά τε κοινά ἐστιν αὐτοῖς, ἀπολαύει δὲ οὐδὲν πλούσιος τῶν οἰκείων μειζόνως μηδʼ ὁτιοῦν κεκτημένος· καὶ τάδε πράσσουσιν ἄνδρες ὑπὲρ τετρακισχίλιοι τὸν ἀριθμὸν ὄντες. 18.21καὶ οὔτε γαμετὰς εἰσάγονται οὔτε δούλων ἐπιτηδεύουσιν κτῆσιν, τὸ μὲν εἰς ἀδικίαν φέρειν ὑπειληφότες, τὸ δὲ στάσεως ἐνδιδόναι ποίησιν, αὐτοὶ δʼ ἐφʼ ἑαυτῶν ζῶντες διακονίᾳ τῇ ἐπʼ ἀλλήλοις ἐπιχρῶνται. 18.22ἀποδέκτας δὲ τῶν προσόδων χειροτονοῦντες καὶ ὁπόσα γῆ φέροι ἄνδρας ἀγαθούς, ἱερεῖς δὲ ἐπὶ ποιήσει σίτου τε καὶ βρωμάτων. ζῶσι δὲ οὐδὲν παρηλλαγμένως, ἀλλʼ ὅτι μάλιστα ἐμφέροντες Δακῶν τοῖς πλείστοις λεγομένοις. 18.23

Τῇ δὲ τετάρτῃ τῶν φιλοσοφιῶν Γαλιλαῖος Ἰούδας ἡγεμὼν κατέστη, τὰ μὲν λοιπὰ πάντα γνώμῃ τῶν Φαρισαίων ὁμολογούσῃ, δυσνίκητος δὲ τοῦ ἐλευθέρου ἔρως ἐστὶν αὐτοῖς μόνον ἡγεμόνα καὶ δεσπότην τὸν θεὸν ὑπειληφόσιν. θανάτων τε ἰδέας ὑπομένειν παρηλλαγμένας ἐν ὀλίγῳ τίθενται καὶ συγγενῶν τιμωρίας καὶ φίλων ὑπὲρ τοῦ μηδένα ἄνθρωπον προσαγορεύειν δεσπότην.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.16 Joseph. AJ 18.21 (English) >>Joseph. AJ 18.26

Powered by PhiloLogic